Ancient Greek · ~3 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 52
Not analysed yet
Καθ’ ὧν δ’ ἄν τὸ εἶδος κατηγορῆται, κατ’ ἐκείνων ἐξ ἀνάγκης καὶ τοῦ εἴδους γένος κατηγορηθήσεται. Ἕτερον θεώρημα παραδίδωσι χρήσιμον καὶ αὐτὸ εἰς τὴν λογικὴν πραυματείαν. ἔστι δὲ τοιοῦτον· ἐὰν τὸ εἶδος κατηγορῆταί τινος, κατὰ τοῦ αὐτοῦ κατηγορηθήσεται καὶ τὸ τοῦ εἴδους αὐτοῦ γένος, καὶ τοῦτο γίνεται μέχρι τοῦ γενικωτάτου. οἷον τοὐ Σωκράτους κατηγορεῖται ὁ ἄνθρωπος τούτου δὲ κατηγορεῖται τὸ ζῷον· τοῦτο ἄρα καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσεται. ὡσαύτως καὶ τὸ ἔμψυχον κατὰ τοῦ ζῴου, οὐκοῦν καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους. πάλιν τὸ σῶμα κατὰ τοῦ ἐμψύχου καὶ ἡ οὐσία κατὰ τοῦ σώματος, καὶ διὰ τοῦτο καὶ ἡ οὐσία καὶ τὸ σῶμα κατὰ τοῦ ἐμψύχου καὶ κατὰ τοῦ ζῴου καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσονται.