Ancient Greek · ~2 min
53 to 55
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 53-55
Not analysed yet
Λέγεται γὰρ τὸ μὲν γενικώτατον κατά πάντων τῶν ὑφ’ αὑτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων. Εἰ γὰρ ἀεὶ τὰ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται, δῆλον ὅτι τὸ μὲν γενικώτατον πάντων τῶν ὑφ’ αὑτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων κατηγορηθήσεται, τὸ δ’ εἶδος τῶν ἀτόμων μόνον. Ἄτομον δὲ λέγεται ὁ Σωκράτης καὶ τουτὶ τὸ λευκόν. Τουτὶ προσθεὶς ἐποίησε μερικὸν τὸ δεικνύμενον· τὸ γὰρ καθόλου ἐστὶ λευκόν. Ὧν τὸ ἄθροισμα οὐκ ἄν ἐπ’ ἄλλου ποτὲ τὸ αὐτὸ γένοιτο. Οὐκ εἶπεν ‘ὧν ἕκαστον’, ἀλλ’ ὧν τὸ ἄθροισμα· ἕκαστον γὰρ καὶ ἄλλοις ὑπάρχειν δύναται, ἅμα δὲ πάντα οὐδενί.