Ancient Greek · ~6 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 56
Not analysed yet
Αἱ μέντοι τοῦ ἀνθρώπου, λέ ω οη του κοινου, ιοιοτητ γένοιντ’ ἂν αι αύται. Αἱ μὲν τοῦ Σωκράτου ἰδιότητες οὐκ ἂν ἐπ’ ἄλλου τινὸς γένοιντ’ ἂν αἱ αὐταί, αἱ μέντοι τοῦ ἀνθρώπου ὑπάρχουσι καὶ τοῖς κατὰ μέρος ἀνθρώποις, οἷον τὸ ζῷον τὸ λογικὸν τὸ θνητόν, καὶ ἁπλῶς ὃ θέλεις εἰπεῖν τοιοῦτόν ἐστιν. ἰστέον οὖν ὅτι τὸ γένος ἔχει τινὰς ἰδιότητας καὶ τὸ εἶδος καὶ τὸ ἄτομον. ἀλλ’ αἱ μὲν τοῦ γένους καὶ τοῦ εἴδους πλείοσιν ὑπάρχειν δύνανται, αἱ δὲ τοῦ ἀτόμου ἀθροιζόμεναι ἐκείνῳ μόνῳ τῷ ἀτόμῳ καὶ οὐδενὶ ἄλλῳ. οἷόν τι λέγω· εἰσὶν ἰδιότητες τοῦ γένους, οἷον τοῦ ζῴου, ἡ οὐσία τὸ ἔμψυχον τὸ αἰσθητικόν· αὗται δὲ πλείοσιν ὑπάρχουσι· καὶ γὰρ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ τοῖς κατὰ μέρος ζῴοις. ἔλθωμεν ἐπὶ τὸ εἶδος οἷον τὸν ἄνθρωπον· ἰδιότητες αὐτοῦ τὸ ζῷον τὸ λογικὸν τὸ θνητὸν τὸ ἐπιστήμης δεκτικόν· πᾶσι τοῖς ἀνθρώποις ταῦτα πάντα ὑπάρχει. ἔλθωμεν ἐπὶ τὸ ἄτομον οἷον τὸν Σωκράτην· ἰδιότητες αὐτοῦ τὸ φιλόσοφον τὸ φαλακρὸν τὸ προγάστορα εἶναι τὸ Σωφρονίσκου υἱὸν τὸ Ἀθηναῖον καὶ εἴ τι τοιοῦτον. ἕκαστον οὖν τούτων καθ’ ἑαυτὸ μὲν δύναται καὶ ἄλλοις ὑπάρχειν (εἰσὶ καὶ ἄλλοι φαλακροὶ καὶ σιμοὶ καὶ φιλόσοφοι καὶ Ἀθηναῖοι, εἰ τύχοι δὲ καὶ Σωφρονίσκου υἱοί), τὸ δ’ ἐκ πάντων ἄθροισμα, τὸ φαλακρὸν τὸ φιλόσοφον τὸ σιμὸν τὸ προγάστορα εἶναι καὶ ἐν τῷδε γενέσθαι τῷ χρόνῳ, μόνῳ Σωκράτει ὑπάρχει καὶ οὐδενὶ ἄλλῳ.