Ancient Greek · ~4 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 6
Not analysed yet
Τῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων. Τρία εἰσὶ τὰ ὀκνηροτέρους ποιοῦντα τοὺς νέους πρὸς τὸ ἐντυγχάνειν τοῖς τῶν παλαιῶν συγγράμμασι, τὸ μῆκος τῶν λεγομένων ὡς τὰ Γαλήνεια, τὸ ἀσαφὲς τῆς λέξεως ὡς τὸ περὶ Ἑρμηνείας, τὸ βάθος τῶν νοημάτων ὡς ἡ Ἀποδεικτική. προτρεπόμενος οὖν ὁ Πορφύριος τὸν ἀκροατὴν ἐπαγγέλλεται τούτων τὸ βιβλίον ἀπηλλάχθαι καὶ μήτε πολύστιχον εἶναι μήτε ἀσάφειαν ἔχειν περὶ τὴν λέξιν, ὡς δηλοῖ τὸ ἐν εἰσαγωγῆς τρόπῳ, μήτε ζητήματα βαθύτερα. ἀλλὰ διὰ τοῦ εἰπεῖν τῶν μὲν βαθυτέρων ἀπε- χόμενος ζητημάτων ἐδήλωσεν ἀπηλλάχθαι τοῦτο τοῦ βάθους τῶν διανοημάτων, νοημάτων, διὰ δὲ τοῦ εἰπεῖν τῶν δὲ ἁπλουστέρων ἐδήλωσεν αὐτὸ ἀπηλλάχθαι τοῦ ἀσαφοῦς τῶν λέξεων, διὰ δὲ τοῦ εἰπεῖν συμμέτρως χῶν. τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος οὐ πρὸς τὰ πράγματα εἶπεν (οὐ γάρ ἐστι φιλοσόφου τὸ στοχάζεσθαι, ἀλλ’ ἐπιστημόνως πάντα δεικνύναι· ῥητόρων γὰρ ὁ στοχασμός), ἀλλά πρὸς τὸν ἀκροατὴν χρυσαόριον, τοῦτ’ ἔστι ᾿στοχαζόμενος τῆς σῆς διανοίας᾿. ὃ γὰρ ἄν προτίθηται διδάσκειν ὁ φιλόσοφος, ἐπιστημονικῶς παραδίδωσιν.