Ancient Greek · ~2 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 82
Not analysed yet
Μὴ τὸ τυχόν φασι τῶν χωριζόντων. Οὐχ ἡ τυχοῦσα γὰρ διαφορά· οὐδὲ γὰρ ἡ κοινῶς οὐδὲ ἡ ἰδίως οὐδὲ τὸ καθέζεσθαι καὶ ἑστάναι ἢ τὸ σιμὸν καὶ τὸ γρυπὸν χωρίζει, ἀλλ’ ἡ ἰδιαίτατα ἢ συστατική, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶναι· τοῦτο γὰρ μόνῳ ἀνθρώπῳ ὑπάρχει, ἐπεὶ οὐδὲ θεῷ ὡς κρείττονι πάσης γνώσεως, οὐδὲ τοῖς ἀλόγοις ὡς μηδὲ πεφυκόσι, καὶ πάλιν οὐ τῆσδέ τινος ἐπιστήμης (ἐπεὶ εἰ γραμματικῆς μόνης, γραμματικὸν παραλαμβάνεις), ἀλλὰ ἐπιστήμης.