Ancient Greek · ~2 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 83
Not analysed yet
Καὶ τοῦ τί ἦν εἶναι καὶ ὃ τοῦ πράγματός ἐστι μέρος. Ἀντὶ τοῦ ‘καὶ εἰς τὸν ὁρισμόν᾿· τὸ γὰρ τί ἦν εἶναι σημαίνει παρὰ Ἀριστοτέλει τὸν ὁρισμόν (ὥσπερ <παρὰ> τοῖς γραμματικοῖς ἡ μῆνις τὴν ὀργήν), ἐπειδὴ ὁ ὁρισμὸς τὸ τί ἐστιν ἑκάστου καὶ τὸ εἶναι σημαίνει. ὃ οὖν μέρος ἐστὶ τοῦ ὁρισμοῦ, ἐκεῖνο διακρίνει· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μέρος γίνεται τοῦ ὅρου· διὰ τοῦτο αὕτη ἡ διαφορὰ ἀπὸ τῶν ἄλλων διακρίνει τὸν ἄνθρωπον.