Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 85
Not analysed yet
Τὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς. Πληρώσας τὸν περὶ τῆς διαφορᾶς λόγον περὶ τοῦ ἰδίου λοιπὸν διαλέγεται· λέγεται· τοῦτο γὰρ ἦν ἀκόλουθον κατὰ τὴν εἰρημένην τάξιν· διαλεχθεὶς γὰρ περὶ τῶν οὐσιωδῶν, ἀναγκαίως καὶ περὶ τῶν ἐπουσιωδῶν διαλέγεται· ἀλλὰ ἀπὸ τοὐ ἰδίου ἄρχεται ὡς μεταιχμίου ὄντος· κοινωνεῖ γὰρ καὶ τοῖς οὐσιώδεσι, καθὸ μόνω καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει τὸ κυρίως ἴδιον, ὥσπερ καὶ τὰ οὐσιώδη (καὶ γὰρ ταῦτα καὶ πᾶσι καὶ ἀεὶ ὑπάρχει, οἷς κοινωνεῖ δὲ καὶ τοῖς συμβεβηκόσιν, ὅτι ὥσπερ ἐκεῖνα τῇ ἐπινοίᾳ χωρίζεται τοῦ ὑποκειμένου, οὕτω καὶ τὸ ἴδιον τῇ ἐπινοίᾳ χωρίζεται. πάλιν δὲ κατὰ τὸ αὐτὸν τύπον τῆς διδασκαλίας πρότερον τὰ σημαινόμενα ἀπαριθμεῖται, καὶ οὕτως λέγει ποίου πέρι τοῖς φιλοσόφοις ὁ λόγος. τρόπον οὖν τινα διαιρεῖ εἰς τέσσαρα τὸ ἴδιον καί φησιν οὕτως· τὸ ἴδιον ἢ μόνῳ τινὶ εἴδει ὑπάρχει ἡ οὐ μόνῳ, καὶ εἰ μόνῳ, ἢ παντὶ τῷ εἴδει ἢ οὐ παντί, καὶ εἰ μὴ μόνῳ, πάλιν ἢ παντὶ ἢ οὐ παντί, ἡ ἀεὶ ἢ οὐκ ἀεί. ἡ μὲν οὖν διαίρεσις αὕτη. καὶ ἔστιν ἓν μὲν σημαινόμενον καὶ πρῶτον ὃ μόνῳ τινὶ συμβέβηκεν, οὐ παντὶ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ ἰατρεύειν τὸ φιλοσοφεῖν τὸ ἀστρονομεῖν τὸ γεωμετρεῖν ἤ τι τῶν τοιούτων. δεύτερον δὲ ὃ παντὶ μέν, οὐ μόνῳ δέ, ὡς ἀνθρώπῳ τὸ εἶναι δίποδι· παντὶ γὰρ ἀνθρώπῳ ὑπάρχει, οὐ μόνῳ δέ· καὶ γὰρ καὶ πετεινοῖς ὑπάρχει τὸ δίποσιν εἶναι. τρίτον δὲ ὃ καὶ μόνῳ καὶ παντί, οὐκ ἀεὶ δὲ ἀλλὰ ποτέ, ὡς ἀνθρώπῳ τὸ ἐν γήρᾳ πολιοῦσθαι· μόνῳ γὰρ καὶ παντί, ἀλλ’ οὐκ ἀεὶ πεπολίωται, ἀλλ’ ἐν γήρᾳ. τέταρτον δὲ ἐφ οὗ συνδεδράμηκε καὶ τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί, οἷον τῷ ἀνθρώπῳ τὸ γελαστικὸν καὶ τῷ ἵππῳ τὸ χρεμετιστικὸν καὶ κυνὶ τὸ ὑλακτικόν. τούτων δὲ ἕκαστον λέγεται κατὰ δύναμιν, οὐ κατ’ ἔνεργειαν· οὐ γὰρ καθὸ γελᾷ ἢ χρεμετίζει, γελαστικὸν λέγεται ἡ χρεμετιστικόν, ἀλλὰ καθὸ πέφυκε. τοῦτο γάρ ἐστι τὸ κυρίως διὸν τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον, ᾧτινι ὁ Πορφύριος κατεχρήσατο ἐπὶ τῶν ἄλλων σημαινομένων καὶ ἁπλῶς τὸ κοινότερον λεγόμενον ἴδιον λαβὼν εἰς τέσσαρα διεῖλε. τριῶν οὖν οὐσῶν ἀντιθέσεων, ἐξ ὧν τὰ τοῦ ἰδίου σημαινόμενα εἴληπται, τούτων πρὸς ἄλληλα συμπλεκομένων, πλείονες γίνονται σχέσεις αὐτῶν, ἐξ ὧν αἱ μέν εἰσιν ἀσύστατοι αἱ δὲ συνιστάμεναι, ὡς διὰ τῶν ὑπογραμμάτων δείκνυται.