Ancient Greek · ~2 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 86
Not analysed yet
Τοῦτο δ᾿ αὐτῷ ἀεὶ σύμφυτον. Τῷ εἰπεῖν σύμφυτον τὴν δύναμιν καὶ τὸ πεφυκέναι ἐδήλωσεν, οὐ τὴν ἐνέργειαν· εἰ γὰρ καὶ μὴ ἀεὶ γελῶμεν, ἀλλὰ γελαστικοὶ εἶναι λεγόμεθα ἀεί· δυνάμει γὰρ ἔχομεν τὸ γελᾶν ἀεὶ καὶ πεφύκαμεν γελᾶν ἀεί. γελαστικοὶ οὖν ἐσμεν οὐ γελῶντες ἀεί· ἄλλο γὰρ τὸ γελᾶν καὶ ἄλλο τὸ γελαστικόν, καὶ ἄλλο τὸ χρεμετίζειν καὶ ἄλλο τὸ χρεμετιστικόν. Περὶ συμβεβηκότος.