Ancient Greek · ~1 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 84
Not analysed yet
Οὐ γὰρ τὸ πεφυκέναι πλεῖν. Οὐ λέγει τὸ πλεῖν τὸ νήχεσθαι ἢ τὸ φέρεσθαι ἐπὶ τοῦ ὕδατος (οὕτως γὰρ καὶ τὰ ἄλογα καὶ τὰ ἄψυχα πεφύκασι πλεῖν), ἀλλὰ τὸ ναυτίλλεσθαι· τοῦτο γὰρ ἴδιον ἀνθρώπου. ἀλλ’ οὐ κατὰ τὸ ναυτίλλεσθαι ὁ ἄνθρωπος χαρακτηρίζεται, ἐπεὶ εἰ οὕτω, οἱ μὴ ναυτιλλόμενοι οὐκ ἄν ἦσαν ἄνθρωποι. Περὶ ἰδίου.