Ancient Greek · ~2 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 88
Not analysed yet
Τὸ δὲ μέλαν εἶναι ἀχωρίστως τῷ κόρακι καὶ τῷ Αἱθίοπι. Καλῶς εἶπε τῷ κόρακι καὶ τῷ Αἰθίοπι· εἰσὶ γὰρ πολλὰ μέλανα, ἃ λευκαίνονται. εἶπον δὲ ὅτι καὶ τὰ ἀχώριστα συμβεβηκότα ἔστι χωρίσαι τῇ ἐπινοίᾳ, τὰς δὲ ἰδιαίτατα διαφορὰς οὐδὲ τῇ ἐπινοίᾳ· οὐδὲ γὰρ τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ ἐννοῆσαι δυνατόν, ἐπεὶ οὐδ’ ἄν εἴη ἄνθρωπος, οὔτε τοὺς ἀγγέλους τοῦ ἀθανάτου, ἐπεὶ οὐκέτι ἄγγελοί εἰσι.