Ancient Greek · ~1 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 89
Not analysed yet
Συμβεβηκός ἐστιν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν· Ἄλλην ὑπογραφὴν ἀποδίδωσι τοῦ συμβεβηκότος ἀκριβεστέραν τῆς προτέρας· μᾶλλον γὰρ ἐφαρμόζει καὶ τοῖς ἀχωρίστοις τὸ εἰπεῖν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.