Ancient Greek · ~3 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 90
Not analysed yet
Ἢ ὃ οὔτε γένος ἐστὶν οὔτε διαφορὰ οὔτε εἶδος οὔτε ἴδιον, ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον. Ἄλλην ὑπογραφὴν ἀποδίδωσι τοῦ συμβεβηκότος δυναμένην καὶ ἐπὶ ταῖς τέσσαρσι φωναῖς ἀποδίδοσθαι, ἐκ τῆς τῶν λοιπῶν ἀναιρέσεως· καὶ γὰρ γένος ἐστὶ ὃ μήτε εἶδός ἐστι μήτε διαφορὰ μήτε ἴδιον μήτε συμβεβηκός, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἀλλ’ ἐκείνας οὕτως οὐχ ὡρίσατο, ἐπειδὴ ἄγνωστοι ἦσαν αἱ |ἐφεξῆς φωναί, νῦν δὲ μετὰ τὸ πάσας διδάξαι εἰκότως 32v οὕτως ὡρίσατο τὸ συμβεβηκός. ἐπειδὴ δὲ ἡ τῶν τεσσάρων ἀναίρεσις οὐ μόνον τὸ συμβεβηκὸς εἰσφέρει, ἀλλὰ καὶ τραγέλαφον καὶ ἄλλα πλεῖστα, προσέθηκεν ὅτι ἀεὶ δὲ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχει.