Ancient Greek · ~4 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 93
Not analysed yet
Ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δὲ δεύτερον λόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα. Πάνυ ἀναγκαῖον ἐν τούτοις ὁ Πορφύριος λέγει· φησὶ γάρ· καὶ τὰ γένη καὶ αἱ διαφοραὶ κατηγοροῦνται τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ ζῷον ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν εἰδῶν κατηγοροῦνται, κατὰ δὲ δεύτερον λόγον διὰ ταῦτα καὶ τῶν ἀτόμων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος ζῷον, καὶ ὁ Σωκράτης ζῷον, καὶ ἐπειδὴ ὁ ἄνθρωπος λογικόν, καὶ ὁ Σωκράτης λογικόν. κατηγορεῖται δὲ καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ γελαστικὸς ἄνθρωπος καὶ ὁ Σωκράτης καὶ λευκὸς ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δὲ δεύτερον λόγον καὶ τῶν εἰδῶν· οὐ γὰρ τῷ τὸν καθόλου ἄνθρωπον εἶναι γελαστικὸν λέγομεν γελαστικοὺς καὶ πάντας τοὺς κατὰ μέρος (ὁ γὰρ καθόλου ἄνθρωπος ἀσώματός ἐστι οὐχ ὑπάρχει γελαστικός), ἀλλὰ τῷ τοὺς κατὰ μέρος ἀνθρώπους εἶναι γελαστικούς, καθόλου δὲ περὶ τῶν ἐν τοῖς πολλοῖς ἢ ἐπὶ τοῖς πολλοῖς λέγει.