Ancient Greek · ~2 min
94 to 95
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 94-95
Not analysed yet
Κοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν τῶν εἰδῶν. Μετὰ τὸ τὰς πέντε ὁμοῦ παραβαλεῖν ἀλλήλαις χἀ εἰπεῖν, κατὰ τί μὲν κοινωνοῦσι κατὰ τί δὲ διαφέρουσι, βούλεται λαβεῖν ἓν ἕκαστον αὐτῶν καὶ παραβαλεῖν πρὸς τὰ λοιπὰ τέσσαρα καὶ δεῖξαι, κατὰ τί μὲν κοινωνεῖ τὸ ἓν τῶν πολλῶν καὶ τοῖς τέσσαρσι κατὰ τί δὲ διαφέρει. Κοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν τῶν εἰδῶν. Νῦν ἓν ἕκαστον λαμβάνει καὶ παραβάλλει πρὸς ἕκαστον τῶν λοιπῶν ἰδίᾳ καθ’ ἕν. καὶ πρῶτον τὸ γένος παραβάλλει πρὸς τὴν διαφορὰν καὶ λέγει, κατὰ τί τε κοινωνοῦσι καὶ κατὰ τί διαφέρουσιν.