Ancient Greek · ~3 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 98
Not analysed yet
ἴδιον δὲ τοῦ γένους καὶ τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι ἤπερ ἡ διαφορά. Εἰπὼν κατὰ τί κοινωνοῦσι τὸ γένος καὶ ἡ διαφορὰ νῦν λέγει κατὰ τί διαφέρουσιν ἀλλήλων. δεῖ δὲ τὰς διαφορὰς διχῶς λαμβάνειν ἐνταῦθα· εἴρηται γὰρ ὅτι αἱ διαφοραὶ διχῶς θεωροῦνται, ἢ ὡς συστατικαὶ καὶ συμπληρωτικαὶ τῶν εἰδῶν ἢ ὡς διαιρετικαὶ τῶν γενῶν. δεῖ οὖν φησι διαφορὰς λαμβάνειν οὐ τὰς συστατικάς (ἐκεῖναι γὰρ οὐκέτι ὡς γενῶν εἰσι ἀλλ’ ὡς εἰδῶν), δεῖ οὖν τὰς διαιρετικὰς λαμβάνειν· αὗται γάρ εἰσι τῶν γενῶν. καὶ ἁπλῶς δεῖ τὰς διαιρετικὰς λαμβάνειν· τούτων γὰρ ἐπὶ πλέον ἐστὶ τὸ ζῷον, ἐπεὶ τῶν συμπληρωτικῶν καὶ ἐπ’ ἔλαττόν ἐστι.