Ancient Greek · ~2 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 99
Not analysed yet
Καὶ τὸ συμβεβηκὸς ὁμοίως ἐπ᾿ ἐλαττόνων. Καὶ μὴν τὸ συμβεβηκὸς ἐπὶ πλειόνων τοῦ γένους παραλαμβάνεται· τὸ γὰρ μέλαν, εἰ τύχοι, οὐκ ἐπὶ ζώων μόνον, ἀλλὰ καὶ ἐπὶ ἀψύχ‘ων. πῶς οὖν ἐπ’ ἔλαττον; φαμὲν ὅτι τὰ ὑπὸ τὸ αὐτὸ γένος οἷον τὸ συμβεβηκὸς τὸ ἐν ζῴοις ἐπ’ ἔλαττον τοῦ ζῴου· τὸ γὰρ μέλαν οὐ πᾶσι τοῖς ζῴοις ὑπάρχει, καὶ τὸ ἐν φυτοῖς ἐπ’ ἔλαττον τοῦ φυτοῦ.