Ancient Greek · ~8 min
Folio 238r
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 238r
Not analysed yet
καὶ πρὸς τὴν κατασκευὴν τοῦ ὁρισμοῦ τοῦ ἐνδεχομένου. τοῦ Α τοίνυν ὄντος ἔστω πάντως τὸ Β· καὶ ἔστω τὸ Α δυνατόν· λέγω ὅτι καὶ τὸ Β δυνατόν ἐστιν· εἰ γὰρ δυνατόν, ἔστω ἀδύνατον· ἐπεὶ οὖν τὸ Α δυνατόν, ὑποκείσθω ἐκβεβηκός· καὶ ἐπεὶ τοῦ Α ὄντος τὸ Β ἐστίν, τότε ἄρα καὶ τὸ Β ἐστίν· ἀλλὰ καὶ οὐκ ἔστιν ὡς ἀδύνατον καθ’ ἑαυτό· ὅπερ ἀδύνατον. πρὸς τὴν δεῖξιν ταύτην ἀντειπεῖν οἱ Στωικοὶ μὴ δυνάμενοι διὰ παραδειγμάτων ἀποροῦσιν οὕτως· εἰ τέθνηκε Δίων, 〈τέθνηκεν οὗτος〉· καὶ τὸ μὲν τεθνάναι Δίωνα δυνατόν· τὸ δὲ τεθνάναι τοῦτον δεικνύμενον ὡς ζῶντα ἀδύνατον. ὅμοιον τούτῳ καὶ εἰ νύξ ἐστιν, αὕτη ἡμέρα οὐκ ἔστιν· καὶ τὸ μὲν πρῶτον δυνατόν· τὸ δὲ δεύτερον ἀδύνατον. ἢ ἐπὶ πλέον τὸ ἡγούμενον τοῦ ἑπομένου· τὸ μὲν γὰρ τεθνάναι Δίωνα ἀληθὲς καὶ ἐπὶ παρόντος Δίωνος καὶ ἐπὶ ἀπόντος· τὸ δὲ τεθνάναι τοῦτον ἐπὶ μόνου παρόντος. λέγε οὖν εἰ τέθνηκεν οὗτος, τέθνηκε Δίων, καὶ ἀδυνάτῳ δυνατὸν ἕπεται, ὡς καὶ ἐξ ἀδυνάτων προτάσεων ἀναγκαῖον συνάγεται, καὶ τῷ ἵππον εἶναι Σωκράτη ἕπεται τὸ καὶ ζῷον εἶναι. Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι. οἱ τὴν μείζονα ἐνδεχομένην ἔχοντες συλλογισμοὶ τέλειοί εἰσιν, οἱ δὲ τὴν μείζονα ὑπάρχουσαν ἀτελεῖς· ἢ γὰρ δι’ ἀντιστροφῆς δείκνυνται, ὅτε ἡ ἐλάττων ἐνδεχομένη ἀποφατική ἐστιν, ἢ δι’ ἀδυνάτου, ὅτε ἡ ἐλάττων ἐνδεχομένη καταφατική ἐστιν. καὶ οἱ στερητικοὶ τῶν συλλογισμῶν, τουτέστιν οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, τὸ ἐξ ἡμισείας ἀναγκαῖον συνάγουσιν. εἰ δ’ ἡ μείζων ἐνδεχομένη ἢ ὑπάρχουσα καταφατική, τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται. p. 34a12 Δεῖ δὲ λαμβάνειν ἐν τῇ γενέσει δυνατὸν τὸ κυρίως ἐνδεχόμενον, ἐν δὲ τῷ ἀληθεύεσθαι τὸ ἀναγκαῖον, ἐν δὲ τῷ ὑπάρχειν τὸ ὑπάρχον. p. 34a14 Ὁσαχῶς ἄλλως λέγεται. διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἴσης καὶ ἐπ’ ἔλαττον. καθόλου οὖν παντὶ δυνατῷ, ἐνδεχομένῳ, ὑπάρχοντι, ἀναγκαίῳ, δυνατὸν ἕπεται. p. 34a16 Ἔτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι. ἐπειδὴ δεικνὺς ὅτι δυνατῷ δυνατὸν ἕπεται ὑπέθετο τῷ Α τὸ Β ἕπεσθαι,