Ancient Greek · ~8 min
Folio 238v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 238v
Not analysed yet
νῦν, φησίν, δεῖ ἄμφω τὰς προτάσεις Α νοεῖν, Β δὲ τὸ συμπέρασμα· ἐκ δυνατῶν γὰρ δυνατόν. ἀλλ’ εἰ δυνατῷ δυνατὸν ἕπεται, πῶς ἐξ ἐνδεχομένων ἀναγκαῖον συνάγεται; ἢ τότε οὐκ ἔστιν ὁ μέσος ὅρος αἴτιος τοῦ συμπεράσματος ἀλλ’ ἡ φύσις τῶν ἄκρων. p. 34a17 Οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος. διὰ κατηγορικοῦ συλλογισμοῦ προσυπάκουσον, ἐπεὶ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστὶν πάντως. p. 30a25 Τούτου δὲ δειχθέντος. τὴν εἰρημένην ἐν τῇ θεωρίᾳ χρείαν τοῦ λήμματος διδάσκει. p. 34a34 Διωρισμένων δὲ τούτων. μετὰ τοὺς τελείους, τουτέστιν τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην, τοὺς ἀτελεῖς διδάσκει, τουτέστιν τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην, καὶ πρῶτον τοὺς δι’ ἀδυνάτου δεικνυμένους, τουτέστιν τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην καταφατικήν. ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β· τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχέσθω· λέγω ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται. εἰ γὰρ μή, ἐξ ἀνάγκης οὐ παντί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί, καὶ ὑπαρχέτω παντί· ἐπεὶ οὖν τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, γίνεται ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος ἐκ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου, ἐν ᾧ τρόπῳ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα· τὸ Α ἄρα τῷ Β οὐ παντὶ ὑπάρχει· ὑπόκειται δὲ καὶ παντὶ ὑπάρχειν· ὅπερ ἀδύνατον. ἐπεὶ οὖν ψεῦδος ἅμα καὶ ἀδύνατον συνῆκται, οὐ δήπου τὴν αἰτίαν αὐτοῦ ἐπιγράψομεν τῇ ΒΓ (αὕτη γὰρ ψευδὴς καὶ δυνατή) ἀλλὰ τῇ ΑΓ. οὐκοῦν εἰ ἀδύνατον τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ Α ἄρα τῷ Γ ἐνδέχεται παντί· ὅπερ ἔδει δεῖξαι. ἀλλ’ οὐκ ἀδύνατον, φασί, τὸ Α τῷ Β ὑπάρχειν παντὶ καὶ μὴ παντὶ ὑπάρχειν· τοιοῦτον γὰρ τὸ ὑπάρχον· ἀλλὰ ψεῦδος μόνον, ὥσπερ εἶχε καὶ ἡ ΒΓ. ἢ ἐπὶ μὲν τῆς ΒΓ τὸν χρόνον μεταβάλλομεν, ἐπὶ δὲ τῆς ΑΒ οὔ· ἀδύνατον δ’ ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντί ὑπάρχειν. δείκνυσι δὲ τὸν τρόπον τοῦτον καὶ ἄμφω τὰς προτάσεις