Ancient Greek · ~7 min
Folio 246r
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 246r
Not analysed yet
ὁ Ἀριστοτέλης· ἀλλ’ ἔμεινεν τὸ ἐνδεχόμενον τῷ εἴδει. δεύτερον ἐπιχείρημα διὰ τῶν ὅρων τῶν αὐτῶν δι’ ὧν ἤλεγξε τὴν καθόλου ἀπόφασιν μὴ ἀντιστρέφουσαν πρὸς ἑαυτήν· λευκὸν μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· οὐ μὴν ἄνθρωπος ἐνδέχεται μηδενὶ λευκῷ ὑπάρχειν· τῷ γὰρ κύκνῳ καὶ ψιμιθίῳ ἀναγκαίως οὐχ ὑπάρχει. εἴποιεν δ’ ἂν οἱ Πλατωνικοὶ πρὸς τοὺς ὅρους· ποῖον λευκὸν λαμβάνεις; εἰ μὲν τὸ ἁπλῶς, οὐδ’ ἡ ἐξ ἀρχῆς ἀπόφασις ἐνδεχομένη ἐστὶν ἡ λευκὸν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· τὸ γὰρ ἐν κύκνῳ λευκὸν ἀναγκαίως τῷ ἀνθρώπῳ οὐχ ὑπάρχει· εἰ δὲ τὸ ἐν ἀνθρώπῳ λευκόν, ἐνδέχεται καὶ λευκὸν μηδενὶ ἀνθρώπῳ ὑπάρχειν καὶ ἄνθρωπον μηδενὶ λευκῷ. φαῖεν δ’ ἂν οἱ Περιπατητικοὶ μὴ δικαίως ἐρωτᾶσθαι διὰ τὸ μὴ τῷ κατηγορουμένῳ συντάττεσθαι τοὺς προσδιορισμοὺς ἀλλὰ τῷ ὑποκειμένῳ, καὶ ὅτι ὅσον ἐπὶ τούτῳ καὶ ἡ ἀναγκαία καθόλου κατάφασις πρὸς ἑαυτὴν ἀντιστρέφει. φαῖεν δ’ ἂν οἱ Πλατωνικοὶ μηδὲ τοὺς ὅρους ὑγιῶς εἰλῆφθαι· ἐπ’ ἴσης γάρ εἰσιν καὶ οὐκ ἐπὶ τὸ πολύ· εἰ δὲ λάβωμεν ἐπὶ τὸ πολύ, ἀντιστρέφει ἡ ἐνδεχομένη καθόλου ἀπόφασις πρὸς ἑαυτήν· ἐνδέχεται γὰρ μηδένα ἄνθρωπον ἑξαδάκτυλον καὶ ἐνδέχεται μηδὲν ἑξαδάκτυλον ἄνθρωπον εἶναι. τρίτον ἐπιχείρημα τῆς λέξεως ὅτι οὐκ ἀντιστρέφει ἡ ἐνδεχομένη καθόλου ἀπόφασις πρὸς ἑαυτήν. εἰ γάρ τις εἴποι οὕτως εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α ἐνδέχεται μηδενί· εἰ γὰρ μή, ἀνάγκη τινί· ὥστε καὶ τὸ Α τῷ Β ἀντιστρέφει· ἦν δὲ καὶ ἐνδέχεται μηδενί· ὅπερ ἀδύνατον’, παραλογίζεται ὁ ταῦτα λέγων· τῷ γὰρ ἐνδέχεται μηδενὶ οὐ μόνον τὸ ἀνάγκη τινὶ ἀλλὰ καὶ τὸ ἀνάγκη οὐ παντὶ ἀντίκειται· οὗ ὑποτεθέντος οὐδὲν ἀδύνατον πρόεισιν· οὐ γὰρ ἀντιστρέφει ἡ μερικὴ ἀπόφασις. φαῖεν δ’ ἂν οἱ Πλατωνικοί· καὶ πῶς αὐτὸς ὁ Ἀριστοτέλης ἐν τοῖς τρισὶ σχήμασιν ἔδειξεν ἄμφω τὰς ἐνδεχομένας καταφάσεις πρὸς τὴν μερικὴν κατάφασιν ἀντιστρέφειν; ἔλεγεν γὰρ εἰ τὸ Α τῷ Β ἐνδέχεται παντὶ ἢ τινί,