Ancient Greek · ~7 min
Folio 246v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 246v
Not analysed yet
καὶ τὸ Β τῷ Α ἐνδέχεται τινί· εἰ γὰρ τοῦτο ψεῦδος, ἀνάγκη οὐδενί· ἐροῦμεν γὰρ καὶ ἡμεῖς πρὸς σὲ ὅτι τῇ ἐνδέχεται τινὶ οὐ μόνον ἡ ἀνάγκη οὐδενὶ ἀντίκειται ἀλλὰ καὶ ἡ ἀνάγκη παντί· ἧς ὑποτεθείσης οὐδὲν ἀδύνατον ἕπεται, ἐπεὶ τὸ Α τῷ Β ἐνδέχεται παντί, εἰ καὶ ὅτι μάλιστα ἀδύνατον ἐπακολουθεῖ, εἰ τὸ Α τῷ Β ἐνδέχεται τινί. φαῖεν δ’ ἂν οἱ Πλατωνικοὶ μηδὲ τῇ διαβαλλομένῃ δείξει ὑπὸ Ἀριστοτέλους κεχρῆσθαι ἀλλ’ ἑτέρᾳ τοιαύτη· εἰ τὸ Α τοῦ Β ἐνδεχομένως κεχώρισται, καὶ τὸ Β τοῦ Α ἐνδεχομένως κεχώρισται, καὶ διὰ τοῦτο ἀντιστρέφει ἡ καθόλου ἀπόφασις πρὸς ἑαυτὴν καὶ ἐπὶ τοῦ ἐνδεχομένου. Διὰ τί ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων οὐδεὶς γίνεται συλλογισμός: οὐ μόνον γὰρ αἱ ἀνομοιοσχήμονες δύνανται γενέσθαι ὁμοιοσχήμονες, ἀλλὰ καὶ αἱ ὁμοιοσχήμονες ἀνομοιοσχήμονες. ἢ ὅτι πρὸς μὲν τὸ ἀσυλλόγιστον ἀρκεῖ τὸ ποτὲ μὴ συνάγειν, πρὸς δὲ τὸ συλλογιστικὸν οὐκ ἀρκεῖ τὸ ποτὲ συνάγειν ἀλλὰ μόνον τὸ ἀεί. Διὰ τί ἐν δευτέρῳ σχήματι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος συλλογιστικοὶ οἱ τὴν ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, ἀσυλλόγιστοι δ’ οἱ τὴν ὑπάρχουσαν καταφατικὴν ἔχοντες; εἰ γάρ, ὅτι δυνατὸν ποιῆσαι αὐτὰς ὁμοιοσχήμονας, κἂν ἀνομοιοσχήμονες ὦσιν, ἀλλὰ καὶ ἀνομοιοσχήμονας δυνατὸν ποιῆσαι αὐτάς. ἢ ὅτι ἡ μὲν ἀπόφασις οὐκ ἔστιν κυρίως ἀπόφασις ἀλλὰ κατάφασις ἀσαφὴς καὶ ἐναργεστέρα γίνεται κατάφασις λαμβανομένη εἰς κατάφασιν, ἡ δὲ κατάφασις οὐδαμῶς ἐστιν ἡ ἀντιφατικὴ ἀπόφασις καὶ διὰ τοῦτο οὐ μεταβάλλεται εἰς αὐτήν. p. 36b33 Δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν. τουτέστιν ὥσπερ ἐν πρώτῳ σχήματι οὕτως καὶ ἐν δευτέρῳ αἱ αὐταὶ συζυγίαι ἢ τὸ κυρίως ἐνδεχόμενον συνάγουσιν ἢ οὔ, ἀλλ’ ἢ τὸ ἐξ ἡμισείας ἢ τὸ ὑπάρχον. p. 36b39 Καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι. ἐναντίαι πᾶς, οὐδεὶς καὶ αἱ ὑπ’ αὐτάς, τίς, οὐ πᾶς· ἀντικείμεναι δ’ αἱ ἀντιφατικαὶ αἱ διαγώνιοι· καὶ αὗται γὰρ ἀντιστρέφουσιν· εἰ γὰρ πᾶς,