Ancient Greek · ~7 min
Folio 255r
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 255r
Not analysed yet
πέμπτος ὁ ἐκ διαστάσεως τῇ ἀναιρέσει τιθείς· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ· ἀλλὰ μὴν ἡμέρα οὐκ ἔστιν· νὺξ ἄρα ἐστίν. πέντε δὲ μόνοι εἰσὶν δι’ αἰτίαν τοιαύτην, ὅτι δύο μὲν ὗλαι ἕνα συλλογισμὸν ποιοῦσιν· εἴτε γὰρ μὴ ἀντίκεινται αἱ προτάσεις, εἴτε ἐμμέσως ἀντίκεινται, ὁ τρίτος συλλογισμὸς γίνεται· μία δὲ ὕλη, τὰ ἄμεσα ἀντικείμενα, δύο ποιεῖ συλλογισμοὺς, τὸν τέταρτον καὶ τὸν πέμπτον. συνημμέναι διεζευγμέναι κατασκευάζει ἀνασκευάζει ἀντικείμεναι οὐκ ἀντικείμεναι Α Β ἄμεσα ἔμμεσα Γ ἐκ θέσεως ἐξ ἀναιρέσεως Γ Δ Ε ε̄. ἡ αἰτία τῆς τάξεως τῶν ὑποθετικῶν συλλογισμῶν. ἐπειδὴ ἀμείνων ἡ κοινωνία τῆς διαφορᾶς, προηγοῦνται οἱ κατὰ συνέχειαν τῶν κατὰ διάστασιν. καὶ ἐπεὶ ἄμεινον τὸ εἶναι τοῦ μὴ εἶναι, ἐν τοῖς κατὰ συνέχειαν προηγοῦνται οἱ κατασκευαστικοὶ τῶν ἀνασκευαστικῶν. καὶ ἐπεὶ ἄμεινον τὸ καθόλου τοῦ μερικοῦ, ἐν τοῖς κατὰ διάστασιν πρότερος ὁ ἐπὶ τῶν τριῶν ὑλῶν προϊὼν τοῦ ἐπὶ δύο μόνον, καὶ οὗτος τοῦ ἐπὶ μιᾶς μόνον· ἔστιν γὰρ εἰπεῖν ‛οὐχὶ καὶ ἄνθρωπος καὶ ἵππος τὸ αὐτό’, ἅπερ οὐκ ἀντίκειται, καὶ ‛οὐχὶ λευκὸν καὶ μέλαν τὸ αὐτό’, ἅπερ ἐμμέσως ἀντίκειται, καὶ ‛οὐχὶ ἄρτιος καὶ περιττὸς ὁ αὐτός’, ἅπερ ἀμέσως ἀντίκειται. καὶ πῶς ἐν τῇ διαιρέσει ἐπὶ δύο ὑλῶν τὸν τρίτον ἐλαμβάνομεν; ἢ ὅτι ἐὰν ἀμέσως ἀντίκεινται, ἔστι καὶ μὴ χρήσασθαι τῷ τρίτῳ τρόπῳ, ἀλλ’ ἢ τῷ τετάρτῳ ἢ τῷ πέμπτῳ· εἰ δὲ τὰ ἄλλα δύο τμήματα, οὐκ ἔστιν ἄλλως ἢ διὰ τοῦ τρίτου κατασκευάσαι. εἰς τὰ ἀναγκαῖα οὖν ἡ διαίρεσις, οὐκ εἰς τὰ ἐνδεχόμενα καὶ παρέλκοντα. ς̄. τίς ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγή; σύγκειται ἐκ τριῶν συλλογισμῶν, δύο ὑποθετικῶν καὶ ἑνὸς κατηγορικοῦ, καὶ ὑποθετικῶν τοῦ πέμπτου καὶ τοῦ δευτέρου· καὶ ὁ μὲν πέμπτος τὸ προκείμενον δείκνυσιν, ὁ δὲ δεύτερος τὴν πρόσληψιν τοῦ πέμπτου, ὁ δὲ κατηγορικὸς τὸ συνημμένον τοῦ δευτέρου·