Ancient Greek
Folio 261r
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 261r
Not analysed yet
τῶν καθόλου πρὸς κατασκευήν. καὶ ἐπειδὴ τὰ μὲν καθόλου ἀνασκευάζεται ἢ ἑξαχῶς ἢ τετραχῶς, τὰ δ’ ἐν μέρει τριχῶς ἢ μοναχῶς, εὐεπιχειρητότερα ἄρα τὰ καθόλου τῶν μερικῶν πρὸς ἀνασκευήν. Δεύτερον ἐπιχείρημα. εἰ τὸ καθόλου ἀναιρεῖται καὶ διὰ τοῦ ἐναντίου καὶ διὰ τοῦ ἀντιφατικοῦ, τὸ δὲ μερικὸν διὰ μόνου τοῦ ἀντιφατικοῦ, τὸ καθόλου ἄρα τοῦ μερικοῦ ἑτοιμότερον ἀναιρεῖται. ὅτι δὲ τὸ καθόλου τοῦ μερικοῦ καὶ δυσκολώτερον κατασκευάζεται, δείκνυσι διχῶς ἡ λέξις· τῶν γὰρ μερικῶν τὸ μὲν οὐ παντὶ ἐν πλείοσι σχήμασιν ἤπερ τὰ καθόλου, τὸ δὲ τινὶ διὰ πλειόνων τρόπων ἤπερ τὰ καθόλου. ἀλλ’ ἐπεὶ τοῦτο τοῦ πρώτου ἐστὶν ἐπιχειρήματος, ἐπάγει νεωτέραν κατασκευὴν τοιαύτην· ἑτοιμότερον κατασκευάζεται τὰ μερικὰ τῶν καθόλου, ἐπειδὴ τὰ μὲν καθόλου δι’ ἑαυτῶν δείκνυται μόνων, τὰ δὲ μερικὰ καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν καθόλου· εἰ γὰρ παντί, καὶ τινί, καὶ εἰ οὐδενί, καὶ οὐ παντί. p. 42b27 Περὶ ὧν οἱ συλλογισμοί, τουτέστιν τῶν προβλημάτων· ἐπάγει γὰρ καὶ ποῖον χαλεπὸν καὶ ποῖον εὐεπιχειρητότερον ἢ πρὸς κατασκευὴν ἢ πρὸς ἀνασκευήν. p. 43a1 Φανερὸν οὖν ὅτι τὸ μὲν καθόλου κατηγορικόν. κατασκευάζεται μὲν γὰρ μοναχῶς, ἀνασκευάζεται δ’ ἑξαχῶς. τὰ δὲ ὅμοια καὶ ἐπὶ τῶν λοιπῶν. τὸ δὲ δεύτερον ἐπιχείρημα διαιρεῖ τὰ ὃ εἰς δύο, εἰς καθόλου καὶ μερικά, διὰ τοῦ ὅλως δ’ ἐστὶν ἀναιροῦντι μὲν τὰ καθόλου τῶν ἐν μέρει ῥᾴω. p. 43a6 Καὶ ἐπὶ τῶν στερητικῶν. τὸ γὰρ οὐδενὶ ἀναιρεῖται καὶ διὰ τοῦ παντὶ καὶ διὰ τοῦ τινί, ὃ [οὐδενὶ ἢ τινὶ] ἐν δύο σχήμασι δείκνυται. p. 43a9 Κατασκευάζοντι δὲ ῥᾴω. τὸ λοιπὸν μέρος τοῦ δευτέρου ἐπιχειρήματος, ὃ καὶ διχῶς δείκνυται· πρῶτον ἐκ τοῦ πλεοναχῶς δείκνυσθαι τὰ μερικὰ ἥπερ τὰ καθόλου ἢ κατὰ σχήματα ἢ κατὰ τοὺς τρόπους. p. 43a10 Ὅλως τε οὐ δεῖ. οὐχ ὥσπερ, φησίν, τὰ καθόλου διὰ τῶν μερικῶν ἀναιρεῖται καὶ τὰ μερικὰ διὰ τῶν καθόλου, οὕτω καὶ τὰ μερικὰ διὰ τῶν καθόλου κατασκευάζεται καὶ τὰ καθόλου διὰ τῶν μερικῶν· ἀλλὰ τὰ