Ancient Greek · ~6 min
Folio 261v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 261v
Not analysed yet
μὲν μερικὰ διὰ τῶν καθόλου εἰσφέρεται, οὐκέτι δὲ καὶ τὰ καθόλου διὰ τῶν μερικῶν, ἀλλὰ δι’ ἑαυτῶν μόνον· εἰ μὲν γὰρ παντί, καὶ τινί· οὐ μὴν εἰ τινί, καὶ παντί. καὶ ἐπεὶ τὰ μὲν μερικὰ διχῶς κατασκευάζεται, καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν περιεχόντων καθόλου, τὰ δὲ καθόλου μοναχῶς (δι’ ἑαυτῶν γὰρ μόνον), ἑτοιμότερα τὰ μερικὰ τῶν καθόλου πρὸς κατασκευήν· ἀλλὰ μὴν δέδεικται τὰ καθόλου τῶν μερικῶν εὐεπιχειρητότερα εἰς ἀνασκευήν· συνελόντι ἄρα τὰ καθόλου τῶν μερικῶν (τοῦτο γὰρ δεῖ προσυπακοῦσαι) ῥᾷον ἀνασκευάζειν ἢ κατασκευάζειν. p. 43a16 Ὅπως μὲν οὖν γίνεται ἅπας συλλογισμός, ὃ τ’ ἐπ’ εὐθείας καὶ ὁ δι’ ἀδυνάτου. κυρίως δὲ τὸ γίνεται περὶ γενέσεως συλλογισμῶν τοῦ τμήματος ὄντος. ἢ πῶς γίνεται ὁ κατηγορικὸς καὶ ὁ ὑποθετικός· ἄμφω γὰρ ἀνάγονται εἰς τὰ τρία σχήματα, οἱ μὲν κατηγορικοὶ καθ’ ὅλους ἑαυτούς, οἱ δ’ ὑποθετικοὶ διὰ τὰς κατασκευὰς ἢ τοῦ ἀδυνάτου ἢ τῆς προσλήψεως. p. 43a16 Καὶ διὰ πόσων ὅρων. ὅτι τριῶν τῶν προσεχῶν. p. 43a17 Καὶ πῶς ἐχουσῶν. ἢ κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον τοῦ κατηγορικοῦ συλλογισμοῦ ἢ κατὰ τὸ κατηγορικὸν καὶ ὑποθετικὸν τοῦ ἁπλῶς συλλογισμοῦ. p. 43a18 Καὶ διὰ τοὺς ἀριθμοὺς τὰ ἐν μέρει τῶν καθόλου πρὸς κατασκευὴν εὐεπιχειρητότερα, πρὸς δὲ ἀνασκευὴν δυσεπιχειρητότερα, καὶ ὅτι, ὡς ἐν τῷ δευτέρῳ ἐπιχείρηματι, τὰ μὲν μερικὰ διχῶς κατασκευάζεται, τὰ δὲ καθόλου μοναχῶς, ἀνασκευάζεται δὲ τὰ μὲν μερικὰ μοναχῶς, τὰ δὲ καθόλου διχῶς.