Ancient Greek · ~1 min
1 to 2
AMPHICRATES (ATHENIENSIS), Fragmenta 1-2
Not analysed yet
Οὑ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος, ὄνομα Ἀβροτόνου; ὡς Ἀμφικράτης ἱστορεῖ ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν συγγράμματι· Ἀβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα. Καὶ μέντοι παρ ̓ ὀλίγον ἐκινδύνευσεν εἰς Ἄρειον ἀναχθῆναι πάγον, εἰ μὴ Δημήτριος αὐτὸν ὁ Φαληρεὺς ἐρρύσατο. Ἀμφικράτης δὲ ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν φησὶ κωνεῖον αὐτὸν πιεῖν καταδικασθέντα.