Ancient Greek
Dfhg-Source dfhg4_AMPHICRATES_ATHENIENSIS
AMPHICRATES (ATHENIENSIS), Fragmenta 2
Not analysed yet
Ἐτελεύτησε δὲ παρὰ τῷ Τιγράνῃ καὶ Ἀμφικράτης ὁ ῥήτωρ· εἰ δεῖ καὶ τούτου μνήμην τινὰ γενέσθαι διὰ τὰς Ἀθήνας. Λέγεται γὰρ φυγεῖν μὲν αὐτὸν εἰς Σελεύκειαν τὴν ἐπὶ Τίγριδι· δεομένων δ ̓ αὐτόθι σοφιστεύειν, ὑπεριδεῖν, καταλαζονευσάμενον, ὡς οὐδὲ λεκάνη δελφῖνα χωροίη· μεταστάντα δὲ πρὸς Κλεοπάτραν, τὴν Μιθριδάτου θυγατέρα, Τιμράνῃ δὲ συνοικοῦσαν, ἐν διαβολῇ γενέσθαι ταχὺ, καὶ τῆς πρὸς τοὺς Ἕλληνας ἐπιμιξίας εἰργόμενον ἀποκαρτερῆσαι. Ταφῆναι δὲ καὶ τοῦτον ἐντίμως ὑπὸ τῆς Κλεοπάτρας, καὶ κεῖσθαι περὶ Σαφὰν, ἐκεῖ τι χωρίον οὕτω καλούμενον.