Ancient Greek · ~5 min
Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου
Amphilochius Iconiensis, Epistula synodalis (Ms La) 1
Not analysed yet
Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα, περιήγγελλεν εἰς ἡμᾶς ἡ φήμη καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκραιφνὲς καὶ πρὸς τοὺς κινδύνους παρατεταμένον καὶ πρὸς τὰ παθήματα τὰ ὑπὲρ Χριστοῦ καρτερικὸν καὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τὸ τῆς μελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον. ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆς εὐλαβείας ὑμῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως ἐκκλησίας ἀποστολικῆς χαρακτῆρα καὶ ποιμένων ἀγαθῶν ζῆλον καὶ σπουδὴν ἄοκνον ἀληθινοῖς χριστιανοῖς πρέπουσαν. τὸ γὰρ μήτε τῆς ὁδοῦ μῆκος ὑπολογίσασθαι μήτε διεσπασμένως τὰς πεύσεις προσαγαγεῖν, ἀλλὰ κοινῇ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτησιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν, ὅτι συμφώνως ἐπιστείλαντες, συμφώνως καὶ τὰς ἀποκρίσεις παρ’ ἡμῶν δέξασθαι· καὶ οἷόν τι προοίμιον τῆς τελεωτέρας ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶν ὁμόνοιαν ἐδεξάμεθα. καὶ δι’ εὐχῆς μὲν ἦν ἡμῖν καὶ τὸν θαυμασιώτατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκοπον Βασίλειον καὶ παρόντα δέξασθαι τῇ συνόδῳ καὶ κοινωνόν, μᾶλλον δ’ ἔξαρχον τῶν πρὸς ὑμᾶς πραγμάτων ἔχειν. ἐπεὶ δ’ ἐκεῖνον ἀρρωστία σώματος ὑπερβάλλουσα πρὸς τὴν ἄφιξιν διεκώλυσεν, τελείας μέν ἐστιν ὑμῶν ἀγάπης μήτε τὰ τῆς ἡμετέρας βραχύτητος παριδεῖν γράμματα. οὐ μέντοι τὴν ἁγίαν ὑμῶν ἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκείνου φωνῆς περιείδομεν, ἀλλ’ ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῷ τῆς ὑποθέσεως πεπονημένον κἀκεῖνον διὰ τοῦ γράμματος ἔχομεν ἡμῖν συμφθεγγόμενον.