Ancient Greek · ~5 min
Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου
Amphilochius Iconiensis, Epistula synodalis (Ms La) 3
Not analysed yet
Τίς οὖν ἡμῶν ἡ τῆς πίστεως τελειότης; ἡ τοῦ κυρίου παράδοσις, ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐνετείλατο προστάξας· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. δῆλον ὅτι τὴν ἐντολὴν ἐδεξάμεθα οὐ μόνον εἰς τὸ βαπτίζειν οὕτως, ἀλλὰ καὶ εἰς τὸ μαθητεύειν οὕτως, ὡς διὰ ταύτης τῆς ἐντολῆς καὶ τὴν Σαβελλίου νόσον ἀποκλεισθῆναι τῶν τριῶν ὑποστάσεων καθαρῶς ἡμῖν παραδοθεισῶν καὶ τῶν Ἀνομοίων καὶ τῶν Ἀρειανῶν καὶ τῶν Πνευματομάχων ἀποφραγῆναι τὰ στόματα τῶν μὲν προσώπων καὶ τῶν ὑποστάσεων τριῶν δηλουμένων, τῆς δὲ φύσεως καὶ τῆς θεότητος μιᾶς ὁμολογηθείσης. ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν, ὡς ἐδιδάχθημεν, καὶ οὕτω πιστεύειν, ὡς ἐβαπτίσθημεν, καὶ οὕτω δοξάζειν, ὡς ἐπιστεύσαμεν. πολλὰ γὰρ τῇ διανοίᾳ περισκοποῦντες καὶ πανταχοῦ στραφέντες τοῖς λογισμοῖς οὐδὲν ἐπινοῆσαι δυνάμεθα μεταξὺ τοῦ κτίστου καὶ τῆς κτίσεως, ὥστε, εἰ τῆς θεότητος τὸ πνεῦμα χωρίζομεν, ἀνάγκη μετὰ τῶν κτισμάτων αὐτὸ καταριθμεῖν· εἰ δέ κτίσμα τολμήσαιμεν εἰπεῖν, πῶς δυνατὸν ἐν τῷ βαπτίσματι μιχθῆναι; τὴν πολυθεΐαν οὕτως ὡς καὶ τὴν ἀθεΐαν κακίζομεν· καὶ οὔτε τρεῖς ἀρχὰς οὔτε τρεῖς θεοὺς οὔτε τρεῖς διαφόρους καταγγέλλομεν φύσεις, ἀλλὰ ἀρχὴν τῶν ὅλων τὸν πατέρα γινώσκοντες οὔτε τινὰ τῶν τριῶν ὑποστάσεων ἀθετοῦμεν καὶ τὸ σεμνὸν τῶν θείων γραφῶν καὶ τὰς ἐφ’ ἕκαστον μαρτυρίας προσάγοντες.