Ancient Greek · ~5 min
Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου
Amphilochius Iconiensis, Epistula synodalis (Ms La) 4
Not analysed yet
Ἀλλ’ ἐπειδὴ καὶ μέτρον ἐπιστολῆς ἐκφεύγει τὸ περὶ τούτων λεπτολογεῖν καὶ τὴν ὑμετέραν ἀγάπην ἐπιστεύσαμεν ἀρκεσθήσεσθαι τῷ κεφαλαίῳ τῆς ἡμετέρας ἐκθέσεως καὶ τὰ λοιπὰ προσθήσειν οἴκοθεν –δίδου γάρ φησι σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται. –καὶ ταῦτα ἀποχρώντως γεγραφέναι νομίζομεν, οἷς ἀρκεῖ βραχεῖαν προσθεῖναι παράκλησιν· παρακαλοῦμεν γὰρ μένειν ὑμᾶς υἱοὺς εἰρήνης, ἵνα πληρώσητε τὴν ἀποστολικὴν ἐντολὴν σύμψυχοι τὸ ἓν φρονοῦντες καὶ τῶν παθημάτων τῶν ὑπὲρ Χριστοῦ κεκοινωνηκότες. μὴ δῶτε τῷ πονηρῷ διαζεῦξαι τὰ καλῶς συνημμένα μήτε τοῖς λύκοις ἑαυτοὺς εὐαλωτοτέρους ποιήσητε τῇ διχοστασίᾳ τὰς ἐκείνων βεβαιοῦντες εὐχάς. ἐμάθομεν γὰρ ὅσους ἄθλους ὑπὲρ τῆς ὀρθοδοξίας ὑπέστητε· τὰς οὖν ἀπειλὰς καὶ τὰς ἀνάγκας τὰς παρὰ τῶν ὑπεναντίων νικήσαντες μηδένα δῶτε διαστάσει καιρόν· μήποτε κατὰ βραχὺ παρεισρυόμενον μῖσος, ἐὰν σχῇ τόπον, μεγάλους ὑμῖν κρημνοὺς ὑποθήσει, ἀλλὰ καὶ ἐν ταῖς δοξολογίαις τὸ πνεῦμα πατρὶ καὶ υἱῷ χρὴ συνδοξάζειν καὶ εἰδέναι τοῦτο, ὅτι οἱ τὴν ἀσυγχώρητον ἁμαρτίαν διὰ τῆς εἰς τὸ πνεῦμα βλασφημίας ἐξαμαρτάνοντες εἰκῆ παραιτοῦνται τὴν πρὸς τοὺς Ἀρειανοὺς κοινωνίαν· μετὰ γὰρ ἐκείνων κατακριθήσονται. εὐχόμεθα δὲ ὑμᾶς ἄτμητον τὸ σῶμα τῆς ἐκκλησίας ἀφιλονείκως φυλάξαντας εἰρηνικῶς μὲν ἐν τῷ νῦν αἰῶνι τὸν λειπόμενον διάγειν χρόνον, ἐνδόξως δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως παραστῆναι τῷ τοῦ Χριστοῦ βήματι.