Ancient Greek · ~2 min
γ′. Ἰππόρχῳ.
Anacharsis, Epistulae γ′. Ἰππόρχῳ.
Not analysed yet
Οἶνος πολὺς ἄκρατος ἀλλότριος τοῦ καλῶς τίθεσθαι τὰ καθήκοντα· συγχεῖ γὰρ φρένας, ἐν αἷς ἵδρυται ἀνθρώποις τὸ λογίζεσθαι, τὸν δὲ ὀρεγόμενον μεγάλων οὐκ εὐχερὲς καλῶς πρᾶξαι ἃ ἐπιβάλλεται, ἐὰν μὴ νήφοντα βίον καὶ μεριμνητικὸν ἐνστήσηται. ἀφεὶς οὖν κύβους καὶ μέθην τρέπου πρὸς τὰ διʼ ὧν ἄρξεις, κατὰ τρόπον εὐεργεσίας πατρὸς σεαυτοῦ φίλους καὶ προσαίτας εὖ ποιῶν· εἰ δὲ μή, πρὸς τῷ αἰσχρὸς εἶναι κινδυνεύσεις ἰδίῳ σώματι. τότε δὲ μνησθήσονταί σου φίλοι ἀνδρὸς Σκύθου Ἀναχάρσιδος.