Ancient Greek · ~1 min
δ′. Μηδόκῳ.
Anacharsis, Epistulae δ′. Μηδόκῳ.
Not analysed yet
Φθόνος καὶ πτόησις μεγάλα τεκμήρια φαύλης ψυχῆς· φθόνῳ μὲν γὰρ ἕπεται λύπη εὐπραγίας φίλων καὶ πολιτῶν, πτοήσει δὲ ἐλπίδες κενῶν λόγων. Σκύθαι οὐκ ἀποδέχονται τοιούτους ἄνδρας, ἀλλὰ χαίρουσί τε τοῖς εὖ πράττουσι, καὶ ζητοῦσιν ὧν εὔλογον αὐτοὺς τυχεῖν· μῖσος δὲ καὶ φθόνον καὶ πᾶν δύσκολον πάθος ὡς πολέμια ἐκδιώκοντες παντὶ σθένει διατελοῦσιν.