Ancient Greek
1.322.1
Anaxagoras, Testimonia 1.322.1
Unproofread scanNot analysed yet
μέσον. οὕτω γὰρ ἐπὶ τῆς γῆς πλατείας οὕσης τὴν θάλατταν ὑποστήναι διατμηθέντων ὑπὸ τοῦ ἡλίου τῶν ὕδατων. τὰ δ' ἄστρα κατ' ἀρχὰς μὲν θολοειδῶς ἐνεχθῆναι, ὥστε κατὰ χορυρὴν τῆς γῆς τὸν ἀεὶ φαινόμενον εἶναι πόλον, ὕστερον δὲ τὴν ἐγκλισιν λαβεῖν. καὶ τὸν γαλαξίαν ἀνάκλασιν εἶναι (τῶν ὑπὸ) φωτὸς ἡλιακοῦ μὴ καταλαμπομένων [τῶν] ἀστρῶν. τοὺς δὲ κομήτας σύνοδον πλανητῶν φλόγας ἀριέντων· τοὺς τε διαίττοντας οἷον σπινθῆρας ἀπὸ τοῦ ἀέρος ἀποκάλλεσθαι. ἀνέμους γίνεσθαι λεπτυνομένου τοῦ ἀέρος ὑπὸ τοῦ ἡλίου. βροντὰς σύγκρουσιν νεφῶν· ἀστραπὰς ἐκτριψιν νεφῶν· σεισμὸν ὑπονόστησιν ἀέρος εἰς γῆν. ζῷα γίνεσθαι ἐξ ὕγροῦ καὶ θερμοῦ καὶ γεώδους, ὕστερον δὲ ἐξ ἀλλήλων· καὶ ἄρρενα μὲν ἀπὸ τῶν δεξιῶν, θῆλεα δὲ ἀπὸ τῶν ἀριστερῶν.