Ancient Greek
1.322.2
Anaxagoras, Testimonia 1.322.2
Unproofread scanNot analysed yet
φασὶ δ' αὐτὸν προειπεῖν τὴν περὶ Αἰγὸς ποταμοῦς γενομένην τοῦ λίθου πτῶσιν, ὃν εἶπεν ἐκ τοῦ ἡλίου πεσεῖσθαι. δθεν καὶ Εὐριπίδην, μαθητὴν ὄντα αὐτοῦ, χρυσέαν βόλον εἰπεῖν τὸν ἥλιον ἐν τῷ Φαέθοντι [FTG fr. 783]. ἀλλὰ καὶ εἰς Ὀλυμπίαν ἐλθόντα ἐν δερματίνοις καθίσαι, ὡς μέλλοντος ὕσεως· καὶ γενέσθαι. πρὸς τε τὸν εἰπόντα, εἰ τὰ ἐν Λαμψάκῳ ὄρη ἔσται ποτὲ θάλαττα, φασὶν εἰπεῖν· 'ἐὰν γε ὁ χρόνος μὴ ἐπιλίληπῃ.' ἐρωτηθεὶς ποτε, εἰς τί γεγέννηται 'εἰς θεωρίαν, ἔφη, ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ.' πρὸς τὸν εἰπόντα 'ἑσπερὴ Ἡς Ἀθηναίων' 'οὐ μὲν οὖν, ἔφη, ἀλλ' ἐκεῖνοι ἐμοῦ.' ἰδὼν τὸν Μαυσώλου τάφον ἔφη 'τᾶφος πολυτελὴς λελιθωμένης ἐστὶν οὐσίας εἰδώλων.' πρὸς τὸν δυσφοροῦντα ὅτι ἐπὶ ξένῃς τελευτᾷ 'πανταχόθεν, ἔφη, ὁμοία ἐστὶν ἡ εἰς ᾅδου κατάβασις'. δοκεῖ δὲ πρῶτος, καθά φησι Φαβρίνος ἐν Παντοδαπῇ ἱστορίαι [FHG III 581 fr. 26] τὴν Ὀμήρου ποίησιν ἀπορήνασθαι εἶναι περὶ ἀρετῆς καὶ δικαιοσύνης· ἐπὶ πλεῖον δὲ προστήναι τοῦ λόγου Μητρόδωρον τὸν Λαμψακηνόν, γνώριμον ὄντα αὐτοῦ, ὃν καὶ πρῶτον σπουδάσαι τοῦ ποιητοῦ περὶ τὴν φυσικὴν πραγματείαν. πρῶτος δὲ Ἀναξαγόρας καὶ βιβλίον ἐξέδωκε συγγραφῆς [s. S. 312,1]. φησὶ δὲ Σιληρὸς ἐν τῇ πρώτῃ τῶν Ἱστοριῶν [FHG III 100 fr. 6] ἐπὶ ἄρχοντος Ἀ(μοτίωνος) [?,470] μύλον λίθον ἐξ οὐρανοῦ πεσεῖν· τὸν δὲ Ἀναξαγόραν εἰπεῖν ὡς ὅλος ὁ οὐρανὸς ἐκ λίθων συγκέοιτο· τῇ σφοδρᾷ δὲ περιδινήσει συνεστάναι καὶ ἀνεξέντα κατενεχθήσεσθαι. περὶ δὲ τῆς δίκης αὐτοῦ διάφορα λέγεται. Σωτίων μὲν γὰρ φησὶν ἐν τῇ Διαδοχῇ τῶν φιλοσόφων ὑπὸ Κλέωνος αὐτὸν ἀσεβείας κριθῆναι, διότι τὸν ἥλιον μῦθρον ἔλεγε διάπυρον· ἀπολογησαμένον δὲ ὑπὲρ αὐτοῦ Περικλέους τοῦ μαθητοῦ, πέντε ταλάντοις ζημιωθῆναι καὶ φυγαδευθῆναι. Σάτυρος δ' ἐν τοῖς Βίοις [FHF III 163 fr. 14] ὑπὸ Θουκυδίδου φησὶν εἰσαχθῆναι