Ancient Greek
1.325.1
Anaxagoras, Testimonia 1.325.1
Unproofread scanNot analysed yet
12. PLUT. Lys. 12 οἱ δὲ καὶ τὴν τοῦ λίθου πτώσιν ἐπὶ τῷ πάθει τούτῳ σημεῖόν φασιν γενέσθαι· κατηνέχθη γὰρ ὡς ἡ δόξα τῶν πολλῶν, ἐξ οὐρανοῦ παμμεγέθης λίθος εἰς Αἴγος ποταμοῦς. καὶ δείκνυται μὲν ἐκ τῶν σεβομένων αὐτὸν τῶν Χερρονησίων· λέγεται δὲ Ἀναξαγόραν προειπεῖν, ὡς τῶν κατὰ τὸν οὐρανὸν ἐνδεδεμένων σωμάτων γενομένου τινὸς ὀλισθήματος ἢ σάλου ὁμῶς ἔσται καὶ πτῶσις ἑνὸς ἀπορραγέντος· εἶναι δὲ καὶ τῶν ἀστρῶν ἕκαστον οὐκ ἐν ἡμῖ πέφυκε χώραν· λιθώδη γὰρ ὄντα καὶ βαρέα λάμπειν μὲν ἀντερεῖσει καὶ περιχλάσει τοῦ αἰθέρος, ἕλκεσθαι δὲ ὑπὸ βίας συγγύομενα δίνη καὶ τόνῳ τῆς περιφορᾶς ὡς πον καὶ τὸ πρῶτον ἐκρατίσθη μὴ πεσεῖν δεῖρο τῶν ψυχῶν καὶ βαρέων ἀποκρινομένων τοῦ παντὸς . . . τῶι δ' Ἀναξαγόρα μεριμνεῖ καὶ Δαίμαχος ἐν τοῖς Περὶ εὐσεβείας [FHG II 441 fr. 5] ἱστορῶν, ὅτι πρὸ τοῦ πεσεῖν τὸν λίθον ἐφ' ἡμέρας ἑβδομήκοντα πέντε συνεχῶς κατὰ τὸν οὐρανὸν ἑωρᾶτο πύρινον σῶμα παμμέγεθες, ὥσπερ νέφος φλογοειδὲς κτλ. Aus der Erwähnung des Meteors stammt die Erwähnung des A. bei Psell. de lapid. 26 [s. oben S. 172. 23].