Ancient Greek
1.325.2
Anaxagoras, Testimonia 1.325.2
Unproofread scanNot analysed yet
13. PLUT. Pericl. 16 [aus Ion?] ὁ δὲ πᾶσαν αὐτοῦ τὴν τοιαύτην συνέχων ἀκριβείαν εἰς ἣν οἰκῆτης Εὐάγγελος, ὡς ἕτερος οὐδεὶς ἐν πεφύκως ἢ κατεσκευασμένος ὑπὸ τοῦ Περικλέους πρὸς οἰκονομίαν. ἀπεναντία μὲν οὖν ταῦτα τῆς Ἀναξαγόρου σοφίας, εἰ γε καὶ τὴν οἰκίαν ἐκεῖνος ἐξέλιπε καὶ τὴν χώραν ἀφήκεν ἀργὴν καὶ μηλόβοτον ὑπ' ἐνθουσιασμοῦ καὶ μεγαλοφροσύνης. PLAT. Hipp. m. 283 A καταλεφθέντων γὰρ αὐτῶι [Anax.] πολλῶν χρημάτων καταμελῆσαι καὶ ἀπολέσθαι πάντα· οὕτως αὐτὸν ἀνῆκε σοφίζεσθαι.