Ancient Greek
1.325.4
Anaxagoras, Testimonia 1.325.4
Unproofread scanNot analysed yet
16. PLUT. Pericl. 6 λέγεται δὲ ποτε κριοῦ μονόκερω κεφαλὴν ἐξ ἀγροῦ τῷι Περικλεῖ κομισθῆναι καὶ Λάμπωνα μὲν τὸν μάντιν, ὡς εἶδε τὸ χέρας ἰσχυρόν καὶ στερεόν ἐκ μέσου τοῦ μετώπου περιχὸς εἰπεῖν ὅτι δυεῖν οὐσῶν ἐν τῇ πόλει δυναστειῶν τῆς Θουκυδίδου καὶ Περικλέους εἰς ἕνα περιστήσεται τὸ κράτος παρ’ ᾧ γένοιτο τὸ σημεῖον· τὸν δ’ Ἀναξαγόραν τοῦ κρανίου δια- 5 κοπέντος ἐπιδεῖξαι τὸν ἐγκέφαλον οὐ πεπληρωκότα τὴν βάσιν, ἀλλ’ ὅξυν ὡσπερ ὡιὸν ἐκ τοῦ παντὸς ἀγγείου συνωλισθηκότα κατὰ τὸν τόπον ἐκεῖνον, ὅθεν ἡ ῥίζα τοῦ χέρατος εἶχε τὴν ἀρχήν. καὶ τότε μὲν θαυμασθῆναι τὸν Ἀναξαγόραν ὑπὸ τῶν παρόντων, ὁλγωὶ δ’ ὕστερον τὸν Λάμπωνα τοῦ μὲν Θουκυδίδου καταλυνθέντος [Frühj. 442], τῶν δὲ τοῦ δήμου πραγμάτων ὁμαλῶς 10 ἀπάντων ὑπὸ τῷι Περικλεῖ γενομένων.