Ancient Greek
1.325.3
Anaxagoras, Testimonia 1.325.3
Unproofread scanNot analysed yet
15. PLAT. Phaedr. 269 E —Κινδυνεύει, ὦ ἄριστε, εἰκότως ὁ Περικλῆς πάντων τελεώτατος εἰς τὴν ῥητορικὴν γενέσθαι. —Τί δή; —Πᾶσαι ὅσαι μεγάλαι τῶν τεχνῶν προσδίδονται ἀδολεσχίας καὶ μετεωρολογίας φύσεως περὶ· τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντηι τελειουργὸν δοκεῖν ἐντεῦθεν ποθεν εἰσιέναι. ὁ καὶ Περικλῆς πρὸς τῶι εὐνῆς εἶναι ἐκτῆσθαι· προσπεσῶν γὰρ οἶμαι τοιούτῳι ὄντι Ἀναξαγόρα, μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ ἀνοίας [d. h. der vernunftlosen Materie] ἀφικόμενος, ὧν δὴ περὶ τὸν πολὺν λόγον ἐποιεῖτο Ἀ. ,ἐντεῦθεν εἴλκυσε ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῆι. ISOCR. XV 235 Περικλῆς δὲ δυσὶν ἐγένετο μαθητής, Ἀναξαγόρου τε τοῦ Κλαζομενίου καὶ Δαίμωνος τοῦ κατ' ἐκεῖνον τὸν χρόνον φρονιμωτάτου δοξάντος εἶναι τῶν πολιτῶν [neben dem Ausländer Anax.] PLUT. Pericl. 4 ὁ δὲ πλεῖστα Περικλεῖ συγγενόμενος καὶ μάλιστα περιῖθεις ὤχον αὐτῶι καὶ φρόνημα ὁμαγωγίας ἐμβριθέστερον ὅλως τε μετεωρίσας καὶ συνέξας τὸ ἀξίωμα τοῦ ἤθους Ἀ. ἦν ὁ Κλαζομένιος, ὧν οἱ τότε ἄνθρωποι Νοῦν προσηγόρεον, εἴτε τὴν σύνεσιν αὐτοῦ μεγάλην εἰς φυσιολογίαν καὶ περιττὴν διαφανεῖσαν θαυμάσαντες εἴθ' ὅτι τοῖς ὅλοις πρῶτος οὐ τύχην οὐδ' ἀνάγκην διακοσμήσεως ἀρχήν, ἀλλὰ νοῦν ἐπέστησε καθαρὸν καὶ ἄκρατον ἐν μεμιγμένοις πᾶσι τοῖς ἄλλοις ἀποκρίνοντα τὰς ὁμοιομερείας.