Ancient Greek
1.327.9
Anaxagoras, Testimonia 1.327.9
Unproofread scanNot analysed yet
30. ARIST. Eth. Nic. Z 7. 1141b3 διὸ ᾿Ἀναξαγόραν καὶ Θαλὴν καὶ τοὺς τοιούτους σοφοὺς μὲν, φρονίμους δ᾿ οὐ φασιν εἶναι, ὅταν ἴδωσιν ἀγνοοῦντας τὰ συμφέρονθ᾿ ἑαυτοῖς, καὶ περιττὰ μὲν καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια εἰδέναι αὐτοὺς φασιν, ἄχρηστα δ᾿ ὅτι οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν. K 9. 1179a13 ἔοικε δὲ καὶ Ἀ. οὐ πλοῦσιον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν εὐδαίμονα εἰπὼν ὅτι οὐκ ἂν θαυμάσειεν, εἴ τις ἄτοπος φανείη τοῖς πολλοῖς. EUDEM. Eth. A 4. 1215b6 Ἀ. μὲν ὁ Κλαζομένιος ἐρωτηθείς, τίς ὁ εὐδαιμονέστατος, ᾿οὐδεὶς᾿ εἶπεν ᾿ὃν σὺ νομίζεις, ἀλλ᾿ ἄτοπος ἂν τις σοι φανείη᾿. τοῦτον δ᾿ ἀπεκρίνατο τὸν τρόπον ἐκεῖνος ὁρῶν τὸν ἐρώμενον ἀδύνατον ὑπολαμβάνοντα μὴ μέγαν ὄντα καὶ καλὸν ἢ πλοῦσιον ταύτης τυγχάνειν τῆς προσηγορίας, αὐτὸς δ᾿ ἴσως ὡςτε τὸν ζῶντα ἀλλῶς καὶ καθαρῶς πρὸς τὸ δικαῖον ἢ τινος θεωρίας κοινωνοῦντα θείας τοῦτον ὡς ἄνθρωπον εἰπεῖν μακάριον εἶναι. Da- nach EUR. fr. 910 ὁλβιος ὅστις τῆσδ᾿ ἱστορίας ἔοχε μᾶθσιν μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ᾿ εἰς ἀδίκους πράξεις ὁμῶν, ἀλλ᾿ ἀθανάτων καθαρῶν φύσεως κόσμων ἀγίρων, πῇ [l. q qualis] τε συνέστη χῶπη χῶπως. τοῖς δὲ τοιούτοις οὐδέποτ᾿ αἰσχρῶν ἔργων μελέδημα προσίζει.