Ancient Greek
1.328.1
Anaxagoras, Testimonia 1.328.1
Unproofread scanNot analysed yet
32. PLUT. Pericl. 16 καὶ μέντοι γε τὸν Ἀναξαγόραν αὐτὸν λέγουσιν ἀσχολουμένου Περικλέους ἀμελοῦμενον κεῖσθαι συγκεκαλυμμένον ἤδη γηραίων ἀποκαρτεροῦντα· προσπεσόντος δὲ τῷ Περικλεῖ τοῦ πράγματος ἐκπλαγέντα θεῖν εὐθὺς ἐπὶ τὸν ἄνδρα καὶ δεῖσθαι πᾶσαν δέσιν ὀλοφυρόμενον οὐχ ἐκεῖνον, ἀλλ' ἑαυτόν, εἰ τοιούτων ἀπολεῖ τῆς πολιτείας σύμβουλον. ἐκκαλυψάμενον οὖν τὸν Ἀναξαγόραν εἰπεῖν πρὸς αὐτόν· 'ὦ Περικλέεις, καὶ οἱ τοῦ λύχνου χρείαν ἔχοντες ἕλαιον ἐπαχέουσιν'.