Ancient Greek
1.334.10
Anaxagoras, Testimonia 1.334.10
Unproofread scanNot analysed yet
59. SIMPL. phys. 1185, 9 ὁ δὲ Εὐδήμος [fr. 71] μέμφεται τῷ Ἀναξαγόρᾳ οὐ μόνον, ὅτι μὴ πρότερον οὖσαν ἀρξασθαι ποτε λέγει τὴν κίνησιν, ἀλλ’ ὅτι καὶ περὶ τοῦ διαμενεῖν ἢ λῆξαι ποτὲ παρέλιπεν εἰπεῖν, καίπερ οὐκ ὄντος φανεροῦ. ‘εἰ γὰρ καλῦει, φησί, δόξαι ποτὲ τῷ νῷ σῆσαι πάντα χρήματα, καθάπερ ἐκεῖνος εἶπεν κινήσαι.’ καὶ τοῦτο δὲ αἰτιάται τοῦ Ἀναξαγόρου ὁ Εὐδήμος· ‘πῶς ἐνδέχεται στέρησιν τινα προτέραν εἶναι τῆς ἀντικειμένης ἐξεως· εἰ οὖν ἡ ἡρεμία στέρησις κινήσεως ἐστιν, οὐκ ἂν εἴη πρὸ τῆς κινήσεως.’