Ancient Greek
1.334.11 to 1.335.6
Anaxagoras, Testimonia 1.334.11-1.335.6
Unproofread scanNot analysed yet
60. ARIST. metaphys. I 6. 1056 b28 διὸ καὶ οὐκ ὀρθῶς ἀπέστη Ἄ. εἰπὼν ὅτι ὁμοῦ πάντα χρήματα ἦν ἄπειρα καὶ πλῆθδει καὶ μικρότητι [fr. 1]. ἔδει δ’ εἰπεῖν ἀντὶ τοῦ ‘καὶ μικρότητι’ καὶ ὀλιγότητι· οὐ γὰρ ἄπειρα, ἐπεὶ τὸ ὀλίγον οὐ διὰ τὸ ἐν, ὥσπερ τινὲς φασιν, ἀλλὰ διὰ τὰ δύο. 61. ARIST. Metaphys. Λ 1. 1069 b19 ἐξ ὄντος γίγνεται πάντα, δυνάμει μέντοι ὄντος, ἐκ μὴ ὄντος δὲ ἐνεργείᾳ. καὶ τοῦτ’ ἐστι τὸ Ἀναξαγόρου ἐν (βέλτιον γὰρ ἢ ὁμοῦ πάντα) καὶ Ἐμπεδοκλέους τὸ μείγμα καὶ Ἀναξιμάνδρου. ANDERS A 8. 989 a30 Ἀναξαγόραν δ᾽ εἴ τις ὑπολάβοι δύο λέγειν στοιχεῖα μάλιστα᾽ ἂν ὑπολάβοι κατὰ λόγον . . . 54 ὅμως εἴ τις ἀκολουθήσειε συνδιαφθαρῶν ἂ βούλεται λέγειν, ὥσως ἂν φανείη καινοπρεπεστέρας λέγων . . . 16 ἐκ δὴ τούτων συμβαίνει λέγειν αὐτῷ τὰς ἀρχὰς τὸ τε ἐν (τοῦτο γὰρ ἄπλοῦν καὶ ἄμιγές) καὶ ἕτερον οἷον 5 τίθεμεν τὸ ἄωριστον πρὶν ὁρισθῆναι. 62. Diodor. I 7, 7 ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδ᾽ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις μαθητῆς ὢν Ἀναξαγόρου τοῦ φυσικοῦ· ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν οὕτως [fr. der M. ἡ σοφὴ n. 484]. (κοῦχ ἐμὸς δ᾽ μῦθος, ἀλλ᾽ ἐμῆς μητρὸς πάρα,) ὡς οὐρανὸς τε γαῖά τ᾽ ἦν μορφὴ μία· ἐπεὶ δ᾽ ἐχωρίσθησαν ἀλλήλων δίχα, τίκτουσι πάντα κανέθωκαν εἰς φῶς δένδρη, πετεινά, θῆρας, οὓς θ᾽ ἄλμὴ τρέφει γένος τε θνητῶν. 63. Aet. II 1, 2 [D. 327] Θαλῆς . . . Ἀναξαγόρας, Πλάτων, Ἀριστοτέλης, Ζήνων ἕνα τὸν κόσμον.