Ancient Greek
1.335.10
Anaxagoras, Testimonia 1.335.10
Unproofread scanNot analysed yet
64. Simpl. phys. 154, 29 τὸν Ἀναξαγόραν λέγειν ἅπαξ γενόμενον τὸν κόσμον ἐκ τοῦ μίγματος διαμένειν λοιπὸν ὑπὸ τοῦ νοῦ ἐφεστῶτος ὁμωιούμενόν τε καὶ διακρινόμενον. 1121, 21 ἀπ᾽ ἀρχῆς δὲ χρόνον δοκοῦσα λέγειν 20 γεγονέναι τὸν κόσμον Ἄ. τε καὶ Ἀρχέλαος καὶ Μητρόδωρος ὁ Χῖος. οὗτοι δὲ καὶ τὴν κίνησιν ἀρξασθαι φασιν· ἡρεμοῦντων γὰρ τῶν πρὸ τοῦ χρόνου τῶν ὄντων κίνησιν ἐγγενέσθαι φασίν ὑπὸ τοῦ νοῦ, ὅφ᾽ ἧς γεγονέναι τὸν κόσμον. φαίνονται δὲ καὶ οὗτοι τάξεως ἔνεκα διδασκαλικῆς ἀρχὴν τῆς κοσμοποιίας ὑποθέμενοι.