Ancient Greek
1.341.8
Anaxagoras, Testimonia 1.341.8
Unproofread scanNot analysed yet
102 ARIST. de partt. animal. Δ 10. 687ᵃ7 Ἀ. μὲν οὖν φησι διὰ τὸ χεῖρας ἔχειν φρονιμώτατον εἶναι τῶν ζῴων ἀνθρώπων· εὐλόγον δὲ διὰ τὸ φρονιμώτατον εἶναι χεῖρας λαμβάνειν. αἱ μὲν γὰρ χεῖρες ὀργανόν εἰσιν, ἡ δὲ φύσις ἀεὶ διανέμει καθάπερ ἄνθρωπος φρόνιμος ἕκαστον τῷι δυναμένῳ χρησθαι [vgl. Gal. d. partt. I 3. III 5 Kühn.] . PLUT. de fort. 3 p. 98F ἀλλ’ ἐν πᾶσι τοῦτοις [Körperkraft] ἀτυχέστεροι τῶν θηρίων ἐσμέν, ἐμπειρίαι δὲ καὶ μνήμη καὶ σοφίαι καὶ τέχνη κατὰ Ἀναξαγόραν σφῶν τε αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες.