Ancient Greek
1.341.9 to 1.342.2
Anaxagoras, Testimonia 1.341.9-1.342.2
Unproofread scanNot analysed yet
103 AET. V 25, 2 [D. 437] Α. κατὰ κόπον τῆς σωματικῆς ἐνεργείας γίνεσθαι τὸν ὕπνον· σωματικὸν γὰρ εἶναι τὸ πάθος, οὐ ψυχικόν· εἶναι δὲ καὶ ψυχῆς θάνατον τὸν διαχωρισμόν. 104 GALEN. de natur. potent. II 8 [II 107 K. ,III 179, 12 Helm.] εἰ γὰρ δὴ τοῦτο καλῶς ἠπόρηται, τί οὐχὶ καὶ περὶ τοῦ αἵματος ἐπισκεψώμεθα πότερον ἐν τῷι σώματι λαμβάνει τὴν γένεσιν ἢ τοῖς αἰτίοις παρέσπαρται, καθάπερ οἱ τὰς ὁμοιομερείας ὑποτιθέμενοι φασί; 105 ARIST. de partt. anim. Δ 2. 677ᵃ5 οὐχ ὀρθῶς δ’ ἐοίκασιν οἱ περὶ Ἀναξαγόραν ὑπολαμβάνειν ὡς αἰτίαν οὔσαν [nāml. τὴν χολήν] τῶν δέων νοσήματων· ὑπερβάλλουσαν γὰρ ἀπορραίνειν πρὸς τε τὸν πλεῦμονα καὶ τὰς φλέβας καὶ τὰ πλευρά. σχεδὸν γὰρ οἷς ταῦτα συμβαίνει τὰ πάθη τῶν νόσων, 106. AET. IV 19, 5 [D. 409] Ἀ. τὴν φωνὴν γίνεσθαι πνεύματος ἀντιπεσόντος μὲν στερεμνίῳ ἀέρι, τῷ δ᾽ ὑποστροφῇ τῆς πλήξεως μέχρι τῶν ἀκοῶν προσενεχθέντος· καθὼ καὶ τὴν λεγομένην ἥχω γίνεσθαι.