Ancient Greek
2.319.3
Anaxagoras, Testimonia 2.319.3
Unproofread scanNot analysed yet
47. Plato Phaedon 97 B ἀλλ’ ἀκούσας μὲν ποτε ἐκ βιβλίου τινός, ὡς ἔφη, Ἀναξαγόρου ἀναγινώσκοντος καὶ λέγοντος, ὡς ἄρα νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἤσθην καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸ τὸν νοῦν εἶναι πάντων αἴτιον καὶ ἠγησάμην, εἰ τοῦθ’ οὕτως ἔχει, τὸν γε νοῦν κοσμοῦντα πάντα κοσμεῖν καὶ ἕκαστον τιθέναι ταύτῃ ὅππῃ ἂν βέλτιστα ἔχῃ …εὐηκέναι ὡμην διδάσκαλον τῆς αἰτίας περὶ τῶν ὄντων κατὰ νοῦν ἐμαυτῶι τὸν Ἀναξαγόραν καὶ μοι φράσειν πρῶτον μὲν πότερον ἢ γῇ πλατεῖα