Ancient Greek
2.320.1
Anaxagoras, Testimonia 2.320.1
Unproofread scanNot analysed yet
ἐστιν ἡ στρογγύλη, ἐπειδὴ δὲ φράσειεν, ἐπεδηγήσεσθαι τὴν αἰτίαν καὶ τὴν ἀνάγκην, λέγοντα τὸ ἄμεινον καὶ ὅτι αὕτη ἄμεινον ἦν τοιαύτην εἶναι . . . 98ᵇ ἀλλὰ πᾶν σπουδὴ λαβὼν τὰς βίβλους ὡς τάχιστα οἷός τ’ ἦ ἀνεγίνωσκον. ἵν’ ὡς τάχιστα εἴδειν τὸ βέλτιστον καὶ τὸ χείρον. ἀπὸ δὲ θαυμαστῆς ἐλπίδος. ὦ ἑταῖρε, ψιχόμην φερόμενος, ἐπειδὴ προῶν καὶ ἀναγινώσκων ὁρῶ ἄνδρα τῷ μὲν νῦν οὐδὲν χρῶμενον οὐδὲ τινὰς αἰτίας ἐπαιτιῶμενον εἰς τὸ διακοσμεῖν τὰ πράγματα, ἀέρας δὲ καὶ αἰθέρας καὶ ὕδατα αἰτιῶμενον καὶ ἄλλα πολλά καὶ ἄτοπα. Vgl. ARIST. Metaph. A 4. 985ᵃ18 ’A. τε γὰρ μηχανὴ χρήται τῷ νῦν πρὸς τὴν κοσμοποιΐαν καὶ ὅταν ἀπορήσῃ διὰ τιν’ αἰτίαν ἐξ ἀνάγκης ἐστὶ, τότε παρέλκει αὐτόν, ἐν δὲ τοῖς ἄλλοις πάντα μᾶλλον αἰτιάται τῶν γιγνομένων ἢ νοῦν. SIMPL. phys. 327, 26 καὶ ’A. δὲ τὸν νοῦν ἕασας, ὡς φησὶν Εὐδήμος [fr. 21], καὶ αὐτοματίζων τὰ πολλὰ συνίστησι.