Ancient Greek
2.320.3
Anaxagoras, Testimonia 2.320.3
Unproofread scanNot analysed yet
51. AET. I 14, 4 (D. 312) ’A. τὰ ὁμοιομερῆ πολυσχίμονα. 52. ARIST. phys. A 4. 187ᵃ26 ἔοικε δὲ ’A. ἄπειρα οὕτως οἴηθηναι διὰ τὸ ὑπολαμβάνειν τὴν κοινὴν δόξαν τῶν φυσικῶν εἶναι ἀληθὴ ὡς οὐ γιγνομένου οὐδενὸς ἐκ τοῦ μὴ ὄντος· διὰ τοῦτο γὰρ οὕτω λέγουσιν ‘ἡν ὁμοῦ τὰ πάντα’ [B 1] καὶ τὸ γίνεσθαι τοιούδε καθέστηκεν ἀλλοιοῦσθαι [vgl. B 17. . de gen. et corr. A 1. 314ᵃ11 ὅσοι δὲ πλεῖω τὴν ὕλην ἑνὸς τιθέασιν οἷον ’Εμπεδοκλῆς καὶ ’A. καὶ Λεύκιππος, τούτοις δὲ ἕτερον [nämlich ἀλλοίωσιν καὶ γένεσιν ἀνάγκη εἰπεῖν]. καίτοι ’A. γε τὴν οἰκεῖαν φωνὴν ἠγνόησεν· λέγει γοῦν ὡς τὸ γίνεσθαι καὶ ἀπόλλυσθαι ταύτῳ καθέστηκε τῷ ἀλλοιοῦσθαι.