Ancient Greek
2.320.5 to 2.321.4
Anaxagoras, Testimonia 2.320.5-2.321.4
Unproofread scanNot analysed yet
53. SIMPL. phys. 461, 20 =fr. 10 Schaub. :διὸ φησιν ’A. μηδ’ ἐνδέχεσθαι πάντα διακριθῆναι· οὐ γὰρ παντελὴς διασπασμὸς ἐστὶν ἡ διάκρισις. 54. AET. I 17, 2 (D. 315) οἱ περὶ ’Αναξαγόραν καὶ Δημόκριτον τὰς κράσεις κατὰ παράθεσιν γίγνεσθαι τῶν στοιχείων. 55. PLATO Cratyl. 413 c εἶναι δὲ τὸ δίκαιον ὁ λέγει ’A. νοῦν εἶναι τοῦτο· αὐτοκράτορα γὰρ αὐτὸν ὄντα καὶ οὐθενὶ μεμειγμένον πάντα φησὶν αὐτὸν κοσμεῖν τὰ πράγματα διὰ πάντων ἰόντα. ARIST. de anima A 2. 405ᵃ15 ἀρχὴν γε τὸν νοῦν τίθεται [Anaxag.] μάλιστα πάντων· μόνον γοῦν φησὶν αὐτὸν τῶν ὄντων ἀπλοῦν εἶναι καὶ ἀμιρὴ τε καὶ καθαρὸν. ἀποδίδωσι δ' ἀμιρῷ τῇ αὐτῇ ἀρχῇ τὸ τε γινύσκειν καὶ τὸ κινεῖν, λέγων νοῦν κινήσαι τὸ πᾶν. 56. ARIST. phys. Θ 5. 256ᵇ24 διὸ καὶ Ἀ. ὀρθῶς λέγει τὸν νοῦν ἀπαθῆ φάσκων καὶ ἀμιρὴ εἶναι. ἐπειδήπερ κινήσεως ἀρχὴν αὐτὸν ποιεῖ εἶναι. οὕτω γὰρ ἂν μόνως κινοῖ ἄκινητος ὢν καὶ κρατοῖ ἀμιρῆς ὢν. 57. CLEM. Str. II 14 p. 435 P. Ἀ. πρῶτος ἐπέστησε τὸν νοῦν τοῖς πράγμασιν. ἀλλ' οὐδὲ οὗτος ἐτήρησε τὴν ἀξίαν τὴν ποιητικήν, δίνους τινὰς ἀνοήτους ἀναζωγραφῶν οὖν τῇ τοῦ νοῦ ἀπραξίαι τε καὶ ἀνοίαι. 58. ARIST. Metaphys. A 3. 984ᵇ15 νοῦν δὴ τις εἴπυν ἐνεῖναι καθάπερ ἐν τοῖς ζῴοις καὶ ἐν τῇ φύσει. τὸν αἴτιον τοῦ κόσμου καὶ τῆς τάξεως πάσης, οἷον νίφων ἐφάνη παρ' εἰκῇ λέγοντας τοὺς πρότερον. φανερῶς μὲν οὖν Ἀναξαγόραν ἴομεν ἀμαμένον τούτων τῶν λόγων. αἰτίαν δ' ἔχει πρότερον Ἐρμότιμος ὁ Κλαζομένιος εἰπεῖν [s. Diog. VIII 5, oben S. 24, 31].