Ancient Greek
2.321.5
Anaxagoras, Testimonia 2.321.5
Unproofread scanNot analysed yet
59. SIMPL. phys. 1185,9 ὁ δὲ Εὔδημος [fr. 71] μέμφεται τῷ Ἀναξαγόρᾳ οὐ μόνον. ὅτι μὴ πρότερον οὖσαν ἀρξασθαι ποτε λέγει τὴν κίνησιν, ἀλλ' ὅτι καὶ περὶ τοῦ διαμένειν ἢ λῄξειν ποτὲ παρέλιπεν εἰπεῖν. καίπερ οὐκ ὄντος φανεροῦ. 'τί γὰρ κωλύει. φησί, δόξαι ποτὲ τῷ νῦν στήσαι πάντα χρήματα, καθάπερ ἐκεῖνος εἴπεν κινήσαι.' καὶ τοῦτο δὲ αἰτιᾶται τοῦ Ἀναξαγόρου ὁ Εὔδημος· 'πῶς ἐνδέχεται στέρησιν τινα προτέραν εἶναι τῆς ἀντικειμένης ἐξεως· εἰ οὖν ἢ ἡρεμία στέρησις κινήσεώς ἐστιν, οὐκ ἂν εἴη πρὸ τῆς κινήσεως'.