Ancient Greek
2.323.5
Anaxagoras, Testimonia 2.323.5
Unproofread scanNot analysed yet
73. XENOPH. Memor. IV 7, 6 ff. ὅλως δὲ τῶν οὐρανίων ἡι ἕκαστα ὁ θεὸς μηχανάται φροντιστὴν γίγνεσθαι ἀπέτρεπεν . . . κινδυνεύσαι δ’ ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα οὐδὲν ἧττον ἢ Ἄ. παρεφρόνησεν ὁ μέγιστον φρονήσας ἐπὶ τῷι τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι. Ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ ἥλιον ἠγνόει, ὅτι τὸ μὲν πῦρ οἱ ἄνθρωποι ῥαδίως καθορῶσι, εἰς δὲ τὸν ἥλιον οὐ δύνανται ἀντιβλέπειν, καὶ ὑπὸ μὲν τοῦ ἡλίου καταλαμπόμενοι τὰ χρώματα μελάντερα ἔχουσιν, ὑπὸ δὲ τοῦ πυρὸς οὔ· ἠγνόει δὲ καὶ ὅτι τῶν ἐκ τῆς γῆς φυομένων ἄνευ μὲν ἡλίου αὐγῆς οὐδὲν δύναται καλῶς αὔξεσθαι. ὑπὸ δὲ τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων δὲ τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει, ὅτι λίθος μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν χρόνον ἀντέχει, ὁ δὲ ἥλιος πάντα τὸν χρόνον πάντων λαμπρότατος ὢν διαμένει. ARIST. de caelo A 3. 270b24 Ἄ. δὲ κατακέχρηται τῷι ὀνόματι τούτῳι [näm1. αἰθῆρ] οὐ καλῶς. ὀνομάζει γὰρ αἰθέρα ἀντὶ πυρός [vgl. B 1 und öfter]. SIMPL. z. d. St. 119, 2 αἰτιᾶται δὲ τὸν Ἀναξαγόραν οὐ καλῶς ἐτυμολογήσαντα τὸ τοῦ αἰθέρος ὄνομα ἀπὸ τοῦ αἰθεῖν, ὅ ἐστι τὸ καεῖν, καὶ διὰ τοῦτο ἐπὶ τοῦ πυρὸς αὐτῷι χρώμενον.