Ancient Greek
2.323.6
Anaxagoras, Testimonia 2.323.6
Unproofread scanNot analysed yet
74. [ARIST.] Probl. XI 33. 903a7 διὰ τί εὐηκωτέρα ἢ νὺς τῆς ἡμέρας ἐστίν; πότερον, ὥσπερ Ἄ. φησί, διὰ τὸ τῆς μὲν ἡμέρας σίζειν καὶ ψοφεῖν τὸν ἀέρα θερμαινόμενον ὑπὸ τοῦ ἡλίου, τῆς δὲ νυκτὸς ἡσυχίαν ἔχειν ἄτε ἐκλειποῦτος τοῦ θερμοῦ; PLUT. quaest. conv. VIII 3, 3. 722 A Ἀναξαγόραν ὑπὸ τοῦ ἡλίου λέγοντα κινεῖσθαι τὸν ἀέρα κίνησιν τρομώδη καὶ παλμοὺς ἔχουσαν, ὡς δήλόν ἐστι τοῖς διὰ τοῦ φωτὸς ἀεὶ διάπτουσι ψήγμασι μικροῖς καὶ θραύσμασιν, ἃ δή τινες τίλας καλοῦσιν· ταύτ’ οὖν φησιν ὁ ἀνὴρ πρὸς τὴν θερμότητα σίζοντα καὶ ψοφοῦντα δι’ ἡμέρας δυσηκοῦς τῷι ψόφῳι τὰς φωνὰς ποιεῖν. νυκτὸς δὲ φαίνεσθαι τὸν σάλον αὐτῶν καὶ τὸν ἦχον.